τό μὴ χρῆναι Θαλάσσιον ἐγγράφεσθαι καὶ προσέθηκε λοιδορίας. ἀνάμεινον τὸν τῶν ὑπὲρ ἐκείνου λεξόντων λόγον, μᾶλλον δὲ αὐτὸς οὗτος γενοῦ τὸ ταῖς αἰτίαις 1 2 φέρον τὴν ἰσχὺν ἀπαιτῶν, τὰς ἀποδείξεις. ἀλλ’ οὐδέ- τερον βούλει· σιώπησον. νῦν δ’ εἰς μοῖραν μαρτύρων ἦγεν αὑτὸν καί, τὸ δεινότερον, ἀπέκρυψε τοῖς παρ’ αὑ- τοῦ τὸν ὀπτᾶτον. ὁ μὲν γὰρ πλὴν μαχαιρῶν εἶπεν
οὐδέν, ὁ δ’ ἔνοχόν τε εἶναι θανάτῳ καὶ αὑτῷ | 3 πολλὴν ἐπὶ τῆς τρίτης ἀρχῆς γενέσθαι σπουδὴν καὶ ἑλεῖν καὶ ἀποκτεῖναι δρασμῷ τε σωθέντα ἀλγῆσαι.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.