ποίαν; τὴν πότε. τὴν ποῦ γεγενημένην; οὐ συνῆν μοι πάντα τὸν χρόνον ἄνθρωπος, νύκτα καὶ ἡμέραν; οὐ 2 3 λέγοντι παρῆν; οὐ μέλλοντι; οὐ πεπαυμένῳ; οὐχ ὅτῳ τῶν ἡμετέρων λόγων ἔρως καὶ λαβὼν ἔχειν ἐβούλετο, παρὰ τοῦτον ἤρχετο, τούτῳ διελέγετο καὶ κτησάμενος ᾔδει χάριν καὶ μὴ τυχὼν ἤχθετο; καὶ τὸ μέγιστον, εἵπετο μέν μοι παρὰ σὲ πορευομένῳ πολλάκις, παρελ-
θόντος δὲ εἴσω πρὸς ταῖς κιγκλίσιν ἐκάθητο καὶ ἦν ἡμῶν τοῦτο μόνον ἐν μέσῳ. σὺ δ’ ἔχων τοὺς πάντα μηνύοντας τοσούτους ὥστε ἀλλήλους καταπατεῖν, καὶ ποῦ καθῆστο Θαλάσσιος, εἰδὼς οὔτε ἠγανάκτησας οὔτε ἐλάβου, ἀλλ’ | οὐδὲ ἠπείλησας ποιήσειν ἃ μὴ πε- 4 ποιηταί σοι.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.