ἧττον ἢ Μίδας, δυστυχεῖς δὲ καλῶν τοὺς φιλαργύρους. οὕτος ἐν πλυνοῖς τὸν αὑτοῦ πατέρα καταλιπών, ἦν δὲ τῶν ἐν Φρυγίᾳ κναφέων ἄριστος, τοῦ συνεδρίου μετα- σχὼν ἦρξε μὲν Φοινίκης, ἦρξε δὲ Ἰωνίας καὶ οὐδεὶς ἀναστάς, ὦ Ἡράκλεις, εἶπε, κναφεῖον ἡμῖν ἐπεισ-
ἔρχεται. πῶς οὖν οὐ κρεῖττον ἀνῃρῆσθαι τὴν βουλήν;
ἡμᾶς ὁμιλίας καὶ παιδείας τρόπον τινὰ γεγεῦσθαι. τῶν γοῦν ἐπιδεικνυμένων πολλοὶ πολλοὺς ᾔσθοντο βουλομένους τὸν ἄνδρα ἐν ἐπαινέταις λαβεῖν, ὡς ἂν ἐπιστάμενον μορφὰς λόγων ἀμείνους τε καὶ χείρους 6 7 ὁρᾶν. οὓς μέτεισιν ὁ κηδεμὼν τῆς βουλῆς οὐδὲ γρῦ. κατάστηθι δὴ εἰς ἔριν δεομένην λόγων πρὸς τὸν ἀν- 8 ἄξιον | τοῦ συνεδρίου τοῦτον. οὕτω γὰρ εἴσῃ, τίς ὢν τίνα προὐπηλάκιζες, ἐπεὶ καὶ ὅσα νικᾷς ἐν τῇ
βουλῇ, κραυγῇ καὶ θορύβοις νικᾷς καὶ τοῖς ἀπὸ τῶν κύβων μαθήμασιν.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.