Ὀπτάτος γραμμάτων διδάσκαλος, ὃς καὶ Λικιννίῳ τὸν παῖδα ταῦτα ἐδίδασκεν ἀπὸ δυοῖν ἄρτοιν καὶ τῆς ἄλλης τροφῆς ἣ τούτοις συνέζευκται. καί ποτε πορείας μένης εἰς Παφλαγονίαν αὐτῷ καταλύει μὲν παρά τινι καπήλῳ θυγατέρα τρέφοντι καλήν, ἣ καὶ ἐκίρνη,
παθὼν δέ τι πρὸς τὴν ὥραν ἠξίου γαμεῖν καὶ πείσας εἶχεν. αὐτοῦ μὲν οὖν τοῦ Λικιννίου κρατοῦντος οὐδὲν ἦν αὐτῷ πλέον διὰ τῆς γυναικός, τῶν ἐκείνου δὲ ἡκόν- των εἰς ἕτερον μέγας τε εὐθὺς καὶ λαμπρὸς καὶ δαίμων καὶ ὕπατος ὁ τὴν γυναῖκα ἔχων. καὶ ἔδει δὴ 1 δι’ | αὐτὸν ἐν τῷ θεάτρῳ πτερὰ λαβόντας ἀνθρώ-
ποὺς μετὰ τῶν ὀρνίθων πέτεσθαι.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.