ξίφος ἁπάντων αὐτὸν οἰομένων εἴσω τε θυρῶν βιώσε- σθαι καὶ σχήσειν ἡσυχίαν καὶ λήξειν τῆς κατὰ τῶν κρειττόνων παροινίας αὐτῷ τῷ παρ’ ἐλπίδα σεσῶσθαι μιαρώτερος ἦν. καὶ τῶν ἐν τῇ βουλῇ τοὺς ἀρίστους ὑλακτῶν ἠγάλλετο νομίζων ἐντεῦθεν γοῦν ἔσεσθαι
περιφανὴς δικαίας οὐκ οὔσης ἀφορμῆς, οἶόν τι τὸ τοῦ Θερσίτου περὶ Τροίαν ἦν.
ὅταν γὰρ τὸ τούτῳ δοκοῦν παρ’ ἐκείνῃ νόμος ᾖ, πῶς οὐ τοιοῦτόν ἐστι; νῦν δ’ ὢν κάκιστος καὶ κορυφαῖος εἶναί τε βούλεται καὶ φησὶ καὶ τοὺς συγχωροῦντας ἔχει καὶ σοβεῖ καὶ ἀπειλεῖ καὶ διαμέμφεται καὶ τὸν 1 2 3 ἐκπηδῆσαι φάσκοντα ὀφθαλμὸν ἀντὶ Γοργόνος τοῖς εὐλαβεστέροις ἐπισείει.
οὐδ’ ἔμαθε τὴν τέχνην, οὐδ’ εἶχεν, ἀλλ’ οὐδὲ ὁ πατὴρ οὐδέτερον. οἰκέται δὲ ἦσαν αὐτῷ ταῦτα ἐπιστάμενοί, καθάπερ Δημοσθένει τῷ Δημοσθένους πατρί. καὶ οὐδὲν ἐκώλυσε τὸν υἱὸν Δημοσθένους τὸν Δημοσθένη τὸ εἶναι τοιούτους αὐτοῖς οἰκέτας οὔτε προστῆναι τῶν
Ἑλληνικῶν πράξεων οὔτε ῥύσασθαι πόλεις οὔτε ἀντι- τάξασθαι πρὸς τὴν Φιλίππου καὶ ῥώμην καὶ τύχην οὔτ᾿ αἴτιον γενέσθαι τῇ πόλει στεφάνων καὶ κηρυγ- μάτων ἀπολαῦσαι. εἶχον δὲ οὐ δεσπότας τῶν ἐν ταῖς τέχναις Ἀθηναίων τινὰς μόνον λέγειν, ἀλλὰ καὶ αὖ
τοὺς ἀπὸ τεχνῶν ἥκοντας ἰσχύσαντας.
προγόνων ἀρξάντων καὶ πεπρεσβευκότων καὶ λελειτουρ- 5 6 γηκότων καὶ διὰ πάντων ἀφιγμένων ἃ φέρειν λαμπρότητα δύναται; πεισάτω τὴν βουλὴν Ὀπτάτος ταύτην δέξασθαι τὴν ἐξέτασιν. ἀλλ’ οὐ πείσει. ἥ τε γὰρ κρηπὶς τῷ συνε- 7 δρίῳ καὶ τοιαύτη | παντὸς τοῦ παρέχοντος αὑτὸν
εἰς αὐτὴν χαριζομένου τῷ πλάττοντι τὴν βουλὴν διέλιπε τε οὐδεπώποτε τὸ προστιθέμενον ἔχον τι καὶ τοιοῦτον. καὶ οὐ μέμφομαι· πολλάκις γὰρ τοῦτ’ ἐκείνου βέλτιον.
παρόντος γὰρ οἶμαι καὶ τὸ ταῦτα εἰδέναι, τῶν τέρων δὲ μεστὴ γῆ καὶ θάλαττα καὶ λέξω βεβοημένα καὶ ἃ μαθεῖν οὐδεὶς δέοιτ’ ἂν διὰ τὸ ἐπίστασθαι. Τυχαμένης ὁ τῶν ἔργων ἐπιστάτης ὁ Κρὴς χαλκοτύπου παῖς ἦν. καίτοι τίς οὐκ οἶδεν, ὅσος ἦν Τυχαμένης
ἐν τῷ συνεδρίῳ; Ἀβλάβιος ἀπὸ τῆς αὐτῆς νήσου τὰ πρῶτα ὑπηρετῶν τοῖς ὑπηρέταις τοῦ τῆς Κρήτης χοντος, οὗτος ἀνήχθη μὲν ἐκεῖθεν καὶ πλέων ὑπὲρ ὀβολῶν ηὔχετο τοῖς ἐν τῇ θαλάττῃ θεοῖς, ἐλθὼν δὲ ἐκράτει τοῦ κρατοῦντος καὶ ὁπότ’ εἰς τὸ βουλευτήριον
εἰσίοι, θεὸς ἐν ἀνθρώποις ἦν.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.