οὐ δυνηθεὶς ἔδραμες ἐπὶ τὰς τοῦ φιλοσόφου θύρας ὡς οὔσης ἀνάγκης μοι ποιεῖν ὅ τι ἂν ἐκεῖνος κελεύῃ. κελεύσαντος δὲ ὑπακούσας εἶπον, εἶτ’ αὖθις εἶπον καὶ τρίτον καὶ τέταρτον. οἱ δ’ ἀκούοντες ὁρῶντες ἐν τοῖς λεγομένοις τά τ’ ἄλλα ἀκριβέστερον καὶ τὰ τῆς ἀρχῆς
ἐφ’ ἧς ἐτύγχανεν ὤν, τοιαῦτα μὲν ἐπήδησαν, ὥστε μικροῦ δεῖν ἐκυβίστησαν, τηλικαῦτα δὲ ἐβόησαν, ὥστε μηδὲν ἐν αὐτοῖς μεῖναι φωνῆς. καὶ τῶν μὲν ἐν τῷ βουλευτηρίῳ τάχ’ ἄν τις εἴποι παράδειγμα, τῶν δ’ ἐκεῖθεν ἐπὶ τὴν καταγωγὴν οὐδεὶς ἂν οὐδέν. μέσον
γὰρ δὴ λαβόντες ἦγον οὐ μόνον οἱ φοιτῶντες ἔτι κἀν τῷ μανθάνειν ὄντες πατέρες | τε τούτων οἶς ἔργον 1 2 3 4 ὑπὲρ τῶν κοινῶν ταλαιπωρεῖν, ἀλλ’ εἶδεν ἄν τις ταῦθα καὶ τοὺς ἀπὸ τῶν ἀρχῶν <καὶ> α τῶν εἰς ὄνομα καὶ δόξαν ἀφιγμένους.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.