φωναὶ τὰ τῶν ἐκ τοῦ δήμου δρῶσαι κεκινημέναι τοῖς εἰρημένοις περὶ αὐτοῦ, κοινός τε λόγος τότε πρῶτον ἑωρακέναι τὸν Ἥλιον τιμὴν τοσαύτην πρέπειν τε αὐτῷ τὰ ῥηθέντα περὶ Ἀγαμέμνονος ἐπὶ τῷ πλήθει τῆς στρα- τιᾶς. καὶ μετὰ τοιούτων εὐφημιῶν ὑπερβάντες τὸν
οὐδὸν κἀπὶ τῆς αὐλῆς ἀναβακχεύσαντες μόλις ἀπῆλθον ἀνάγκῃ τῇ παρὰ τοῦ θαυμαζομένου τὸν θόρυβον παύ- σαντες. ἦν δὲ οὐδεὶς ὃς οὐκ ἐμὲ τῶν πεπραγμένων ᾐτιᾶτο.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.