ταῦθα ἀδικεῖς; τὸ τὰς συνθήκας ἀνελεῖν. ἀνῄρεις δὲ οὐ μεμφόμενος τὸν ἀδελφὸν οὐδὲ κατέχων οὐδὲ κω- λύων. εἰ μὲν γὰρ ἠγνόει τὰς ὁμολογίας, ὁ μὴ διδάξας αἴτιος, σὲ δ’ εἶναι τὸν διδάσκοντα ἔδει· εἰ δ’ ἠπί- 1 στάτο, δείσας τὰς σὰς βοὰς τὰς | ὑπὲρ τῶν συν-
θηκῶν εἶναι δίκαιος ἦν ἐν οἷς αὐτὸν εἶναι χρῆν, ὅτι πάντας ἐφ’ ἡμᾶς αὐτοὺς ἀνθρώπους, ἀδελφέ, κινήσομεν ὡς οὐκ εἰδότες αἰδεῖσθαι συνθήκας. τούτων οὐδὲν Εὐμόλπιος ὁ καλὸς εἶπε πρὸς τὸν φόν, πρὸς ἡμᾶς μέντοι τὰ πρὸς τὸν ποιητὴν εἰρημένα
τἀδελφῷ καὶ ἔλεγεν οὐ συγκαλυψάμενος, ἀλλ’ ἀνα- πεπταμένοις τοῖς ὄμμασι καὶ οὐκ ἐνόμισεν αὐτὸς τὰς συνθήκας ἕλκειν τῶν ἱματίων λαβομένας οὐδ’ οἷον ἐμφράττειν τὸ στόμα.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.