τῶν αὐτῶν ἐροῦντα; οὐ γὰρ περὶ τούτου νῦν ὁ λόγος, ἀλλ’ εἰ τὰς συνθήκας εἶναι κυρίας ἔδει. ὡς δὲ 1 2 3 ἐκινήθησαν, ἐπιδεῖξαι | ῥᾴδιον. ἡμέραις γὰρ οὐ πολλαῖς ὕστερον ἐλθὼν ἐσπέρας ὡς ἐμὲ βούλεσθαί τινα ποιητὴν ἔλεγες ἐν θεάτρῳ τὸν σὸν ἀδελφὸν βεῖν προσθέντα τούτῳ τὸ μετ’ ἐμέ, τὸν δ’ ἐπαινέσαι
τὴν προσθήκην. ἐν τούτῳ δὲ ἄρα ἦν τὸ μὴ τὰς συν- θήκας μένειν, ἐν αἷς ἦν τὸ μετ’ ἐμὲ μηδένα, πρότερον δὲ οὐκ ἐκώλυον. τούτων εἰρημένων αὐτὸς μὲν ἐπὶ προφάσεις πεπλασμένας καταφεύγων ἐσίγων, ἔπραττον δὲ τὸ τὸν ποιητὴν εἰπεῖν, καὶ εἶπε.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.