χοῦς κἀκείνων οὐκ οἴσειν λεγόντων, εἰ φύγοιμι τὴν χάριν, ὑπὸ τοσούτων τοίνυν ἑλκόμενος ποιήσω μέν, ἔφην, τὸν λόγον τῆς Τύχης συναγωνιζομένης καὶ ἐρῶ γε τῆς αὐτῆς καὶ τοῦτο παρεχούσης, ἀλλ᾿ ὅπως, ἔφην, Εὐμόλπιε, μὴ μετ᾿ ἐμέ τις ἐπὶ
τοῖς ἴσοις ἕξει τὸν σὸν ἀδελφὸν μήτε ῥήτωρ μήτε ποιητής. ταῦτα ἀκούσας ἀπώμοσας πρότερον εἰπὼν ῥητορεύσειν τοὺς λίθους ἢ τοῦτο ἔσεσθαι. καὶ τοιαῦτα συνθέμενοι διελύθημεν.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.