ρος. καὶ ἐκληρονόμει μητρὸς οὔσης, ἀδελφῆς οὔσης, παίδων ἐκείνης. ὧν ὅτε τὴν ἀδελφὴν ἐγάμει, τεῖχος | 1 μὲν ὑπισχνεῖτο τοῦ κηδεστοῦ τοῖς υἱέσιν ἔσεσθαι, γέγονε δὲ πάντων μηχανημάτων δεινότερος κατασείων καὶ καταφέρων καί, τὸ δὴ δεινότατον, δι’ ἀλλήλων
τοῦτον μὲν πρὸς ἐκεῖνον λέγων κακῶς, ἐκεῖνον δὲ πρὸς τοῦτον καὶ νῦν μὲν τοῦτον ἐπ’ ἐκεῖνον ἀκονῶν, νῦν δὲ ἐκεῖνον ἐπὶ τοῦτον, φιλῶν μὲν οὐδέτερον, θα- τἐρῳ δὲ αὑτὸν ἀεὶ προστιθείς, ἰσχυροτέραν τὴν αὑτοῦ 2 3 ποιῶν πανουργίαν τῶν τῆς φύσεως ἀναγκαίων. καὶ νῦν ὅσοι λυποῦνται τῷ τῶν ἀδελφῶν πολέμῳ, Μιξι- δήμῳ καταρῶνται τῷ πολεμοποιοῦντι λέγοντες μηδέποτ ἂν ἄνδρε καλώ τε κἀγαθὼ καὶ πεπαιδευμένω πρὸς τοσοῦτον προβῆναι φιλονεικίας, εἴ τις ἦν θεῶν προεκ-
κόψας ἐκεῖνον.
τῶν ἐλπίδας ἔχει; οὐκοῦν εἰκότως ἂν τοῖς θεοῖς ἔχοις χάριν μισῶν τε καὶ μισούμενος καὶ κέρδος ἡγοῖο τὰς βλάβας ταύτας δὴ τὰς περὶ τοὺς μαθητάς; ὑπὸ γὰρ δὴ τῶν κακῶν κακῶς ἀκούειν ἄμεινον ἢ ναντίον.
τῆς πατρῴας οἰκίας αὐτῷ τὴν αὑτοῦ γενήσεσθαι καὶ ζητήσειν οὐδὲν | ὅ μὴ σχήσειν εὐθέως. ταῦτα δὲ 4 ἐποίει τὴν τε νῆσον τρυγᾶν βουλόμενος καί τι καὶ ἕτερον. ὃ τὸν νέον ἐντεῦθεν ἀνέστησεν οὐκ ἀνασχό- μενον τῆς τοῦδε πείρας τῆς μὲν ἐν τῷ βαλανείῳ τῷ
μικρῷ, τῆς δὲ πολλαχοῦ τῆς οἰκίας. ἔχων γὰρ αὐτὸν 5 6 ἐγγὺς συνεχὴς ἦν. ἐκεῖνον μὲν οὖν ἐξέβαλεν οἷς ἔφην, καὶ νῦν Βηρυτὸς ἔχει τὸν νέον, οὐ σωφρονοῦσα μὲν πόλις, ἐδόκει δὲ ὁ νέος ὅμως ἐν μετριωτέροις ἔσεσθαι· μὴ γὰρ ἔσεσθαί τινα αὐτόθι Μιξίδημον
ἕτερον.
γον οὐκ ἐᾷ Μιξίδημος ἀπιστεῖσθαι λαβὼν ἐπὶ τῷ παιδὶ νῦν, ὥσπερ ἐκεῖνος πάλαι, καὶ τὴν ἐπὶ τῷ πε- πραγμένῳ πεπλασμένην ὀργὴν σπονδαῖς τοιαύταις καταπαύσας, ὡς ἀμφοτέρους χαίρειν ἔχειν, τὸν μὲν τῷ τὸν κίνδυνον διαφυγεῖν, τὸν δὲ τῷ μισθῷ.
Oratio 39. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.