ἡ γῆ, μεστὴ δὲ ἡ θάλαττα, καί τινες ἥκοντες ἐξ Ὠκε- ανοῦ καὶ τῶν ἐκεῖ Γαλατῶν εἰδότες ταῦτα ἧκον. ἔναγ- χος δέ μοι τῶν ἐν Ἰταλίᾳ τις γενομένων καὶ διατρι- ψάντων ἐν τῇ βασιλευούσῃ πόλει Ῥωμαίων οὐδένα
ἀγνοεῖν ἀπήγγελλεν, ἀλλ’ ἀπὸ τῆς μεγάλης βουλῆς ἀρξαμένους μέχρι τῶν ἐν τῷ ποταμῷ τῷ Θύμβριδι ζώντων ἐξεπίστασθαι τὸν δόντα, τὸν λαβόντα, τὸ δοθὲν καὶ ὑπὲρ ὅτου.
Oratio 39. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.