μή τις ἐκκόψειε τουτονὶ τὸν ὄλεθρον, οὐκ ἔστιν ἀρχῇ 1 πᾶν τὸ δέον σῶσαι; ὃς πρὸς τοῖς ἄλλοις κακοῖς τοῖς δικασταῖς ἐπάγει τοὺς στρατηγοὺς δώροις μὲν ἐκείνους ὑφ’ ἑαυτῷ ποιούμενος, δυνάμεις δὲ μείζους ἐλάττοσιν ἐπάγων. τοῦτο αἰ ἔλαφοι, τοῦτο οἱ λαγωοί, τοῦθ’ ὁ
πολὺς οἶνος, τοῦτο τὰ τῶν ὁρνίθων γένη. διὰ τοῦτο τῶν συναριστώντων τε αὐτοῖς εἶναι βούλεται καθ’ ἡμέραν καὶ ὅπως γε εἴη ποιεῖ. εἶτα τὰς κατὰ τῶν οὐ πάντα αὐτῷ πειθομένων δικαστῶν ἀναμίγνυσι διαβο- Λὰς πίνων ὁμοῦ καὶ συκοφαντῶν. διὰ τοιούτων ὁδῶν
χρηματίζεται. αὗται τὸν κατάπτυστον αἰ τέχναι τῆς παλαιᾶς πενίας ἐξείλκυσαν.
Oratio 39. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.