νον οὗτος ἐπεπληρώκει, τῶν νῦν τούτων παρ’ ὑμῶν ἐτύγχανεν ἂν εἰκότως· εἰ δ’ ἠγνόησε μὲν τὴν φύσιν, τὰ δὲ ἐκείνης συνέχεε δίκαια, λυπῶν δὲ καὶ ἐλαύνων τὸν φύσαντα διετέλεσε καὶ συνεξέτεινεν οὕτω μακρῷ βίῳ τὸν ἄσπονδον τοῦτον πόλεμον πρὸς τῇ φύσει τὸν
διδάσκαλον ἀδικῶν, ὁ μὲν Σιλβανῷ πολεμῶν Γαυδεντίῳ φίλος, ὁ δὲ τοῦτον εὖ ποιῶν ἐχθρὸς ἐκείνῳ. οὐδὲ γὰρ υἱὸν εὖ ποιεῖ τοῦτον εὖ ποιῶν τὸν διὰ παντὸς τοῦ χρόνου τὸν πατέρα κακῶς πεποιηκότα τούς τε μισθοὺς τοὺς ἀπὸ τοῦ διδάσκειν ἐκείνῳ γιγνομένους
ἀφαιρούμενον καὶ τῇ τοῦ πρεσβύτου πείνῃ καὶ δίψῃ μείζω ποιοῦντα τὴν οὐσίαν.
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.