σθαι. πρὸς γὰρ τῇ καταπεφρονημένῃ φύσει καὶ τοῖς ταύτης οὐ πεφυλαγμένοις νόμοις εἰκότως ἂν δόξαι καὶ τὴν ἀφορμὴν ὁ τοιοῦτος θάνατος ἐκ τῆς διὰ τὸν παῖδα λύπης λαβεῖν.
λείας ἠξιωκυίᾳ. ὃν εἰς μὲν ἐκείνης κατάλογον ἐνέγρα- 3 ψεν ἡ μεγίστη τῶν ἀρχῶν, τρυφᾶν | δὲ ἀφεῖσαν οἱ λαβόντες. καὶ βουλευτὰς μὲν ἀπαιτούντων τῶν πραγμάτων οὐκ εἶναί φασιν, ἀλλ’ ὀδύρονται τοὺς ἐκ πολλῶν ὀλίγους, ὥσπερ οἱ κατενεχθέντες εἰς μικρὸν ἀργύριον ἐκ μεγάλων χρημάτων τῶν οἴκων, τούτῳ δὲ
δεδώκασιν ἄχρηστον αὐτῇ κεκτῆσθαι τὴν οὐσίαν οὔθ’ αὑτοῖς βοηθοῦντες οὔτε τῆς ἐνεγκούσης κηδόμενοι τήν τε τοῦ δικάσαντος ψῆφον μάταιον εἶναι ποιοῦντες.
διὰ πολλῶν ἀδικεῖν. τῆς γὰρ οὕτω πεπραγυίας βουλῆς ἦν δήπου τὸ τὰ τοιαῦτα ἁρπάζειν, ἀλλὰ μὴ προίεσθαι. ἅπαντας μὲν οὖν ἐχρῆν ὑπὸ τὰς λειτουργίας ἄγειν καὶ μηδενὶ διὰ μηδένα τὴν ἄδικον ταύτην παρέχειν ἐλευθερίαν.
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.