δὲ οὐδὲ ἐμιμήσατο, τοσοῦτον ἀπέσχε τοῦ πρὸς ὁδυρ- μὸν ἑτέρους παρακαλέσαι, ἀλλά μοι δοκεῖν, καὶ τοὺς ἀθυμοῦντας ἐμίσει καὶ τοὺς οὐ καταβαίνοντας ἐνο- χλεῖν ἐνόμιζε καὶ τῆς ψυχῆς, ὡς εἰκός γε, κατεγίνωσκε βραδυτῆτα. εἶθ’ ὁ μὲν ἐτέθαπτο, ὁ δὲ ἐνεφορεῖτο τῆς
τελευτῆς καὶ ἦν φαιδρὸς ἀηδοῦς ὄψεως ἀπηλλαγμένος τῆς τοῦ πατρὸς καὶ διδασκάλου.
καλοῦσιν ἀπόντα, δέχονται προσιόντα, κλητόν τε καὶ ἄκλητον ἑστιῶσιν, ἡδέως ὁρῶσιν, ἡδέως ὁμιλοῦσιν. | 1 ὁ μὲν καὶ χρήμασιν εὖ ποιεῖ τὸν θεοῖς ἐχθρόν, ὁ δὲ τοὺς ἐχθροὺς ἐκείνου καὶ ἑαυτοῦ νομίζει. τὸν γὰρ διδάσκαλον, φασίν, ἐν τούτοις τιμῶμεν. 2 3
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.