γὰρ αὐτῷ κώματός τινος ἐξαίφνης ποιοῦντι πρὸς τοὺς μαθητὰς ἀπὸ τοῦ θρόνου τὰ εἰωθότα, ὥστ’ ἀγγνοῆσαι μὲν αὐτὸν ἐκεῖνον καὶ ὅπου ποτὲ εἴη, κομισθῆναι δὲ οἴκαδε δι’ ἀγνοίας ἁπάντων καὶ μειζόνων καὶ ἐλαττό- νων καὶ εἶναι θέαμα δεινὸν καὶ ἐλεεινὸν πληττομένων
τὰς ψυχὰς τῶν ὅστις ὁ φερόμενος εἴη πυνθανομένων, καὶ γὰρ ἐκίνει τὴν δεξιὰν ὁ χρηστὸς ἐκεῖνος καὶ πάντα ἀγαθός, | ὡς τότε ἔτυχεν αὐτῇ συνεργῷ πρὸς τὴν 1 διδασκαλίαν χρώμενος, καὶ ᾔδει μὲν οὐδὲ τοῦτο, ἐκίνει δὲ ὅμως, καὶ ᾤετο δή τι πρὸς τοὺς ἑταίρους λέγειν
λέγων οὐδέν, ἐφ’ ᾧ δὴ πλεῖστα ἔρρει δάκρυα καὶ τῶν ὁρώντων καὶ τῶν ἀκουόντων καὶ οἱ μὲν οὐδὲ ἐδείπνη- σαν, οἱ δὲ οὐκ ἄνευ θρήνου, τότε τοίνυν ὁ παῖς ὁ κληρονόμος ὁ πολλοὺς μὲν εἰς ἑαυτὸν ἐκείνου πόνους ἀνηλωκώς, πολλοὺς δὲ πολλῶν ἄλλων δι’ ἐκεῖνον, ὁ
2 3 τῆς τοῦ πατρὸς πρᾳότητος εἰς τὴν αὐτοῦ γε ἐκείνου παροινίαν ἀπολελαυκὼς εἰπόντος ὧν ἔπασχεν οὐδὲν πρὸς οὐδένα ἀνθρώπων, οὗτος οὖν παρὼν καὶ ὁρῶν ἐγγύθεν ἀκριβῶς τὴν συμφορὰν οὐκ ἐστέναξεν, οὐκ
ᾤμωξεν, οὐδὲν ὧν ἐν τοιούτοις δρᾶσαι προσῆκεν ἐποί- ησεν ἄνθρωπος ἐν μέσῳ τοσούτων δακρύων, οὐδεὶς γὰρ ἦν ὃς οὐ τοῦτο ἔπασχε τήν τε ἀρετὴν ἐννοῶν τοῦ κειμένου καὶ τὸ τὸν τοιοῦτον οὕτως ἀπιέναι, καὶ μά- λιστα δὴ τὸν θρῆνον ἐγειρούσης τῆς χειρός.
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.