αὐτὸς ἐν ἄλλοις διέτριβεν, ὁ δ’ ἐκάθητο περὶ τὴν μακα δακρύειν μὲν οὐ τολμῶν ὡς οὐκ ὄν ἀσφαλές, εἰ 1 2 3 Σιλβανὸς πύθοιτο, στένων δὲ ἀδακρυτί, τοῖς θεοῖς εὐχόμενος ἐλθεῖν ποτε τὸν ἐπιτρέψοντα ἄρτου καὶ οἴνου θιγεῖν. τῷ δὲ πικρὰ καὶ ταῦτα ἦν οὔτ’ ἐρωτω- μἐνῳ τι παρὰ τοῦ παιδὸς εἶτέ τι πύθοιτο, μάτην τοῦτο ποιοῦντι. οὐ γὰρ ἦν ὅ τι ἂν ἤκουεν. ἠπείγετό τε
ἡ τράπεζα τῇ μετὰ σιγῆς ὀργῇ καὶ βλέμματι χαλεπῷ καὶ νεύμασι πρὸς τοὺς διακόνους ἀγρίοις. δῆλός τε ἦν ἅπασιν οἷς ἔπραττε τῆς τοῦ γέροντος τελευτῆς ἐπι- θυμῶν.
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.