Λὰς βλασφημίας ἀφέντα τοῦ μηδὲν τῶν πραττομένων 1 2 3 εἰδότος. ἀντὶ γὰρ τοῦ μισεῖν αὐτὸν ὄντα τοιοῦτον, ἢ οἷόν τ’ οὐ χαλεπῆναί τινας ὑπὲρ τοιούτων; ἐπ’ ἐμὲ τὴν ὀργὴν ἦγεν. ἦν δ’ αἴτιος οὔτ’ ἐγὼ τῶν πληγῶν οὔθ’ οἱ πλήττοντες, ἀλλ’ ὁ γενέσθαι τὰς πληγὰς ἀναγ-
κάσας. ἦν δ’ οὗτος ὁ τὴν εἰς τὰ τοιαῦτα δεδωκὼς ἐξουσίαν πατήρ. ἔδωκε δέ, ὅπως πράττοιμι χεῖρον τῇ διὰ τῶν τοῦ ’κείνου παιδὸς τολμημάτων αἰσχύνῃ.
φλυαρίαν ἡγεῖσθαι τὴν τοῦ δικαίου τάξιν. ἔστι γὰρ ἡμῖν ὁ γενναῖος Σιλβανὸς πατραλοίας, ὡς μέν φασί τινες, καὶ τῇ δεξιᾷ κατὰ τοῦ μεταφρένου χρησάμενος, 4 ὡς δ’ ἅπαντες ὁμολογοῦσι, λύπαις πολλαῖς | πιέ- σας, ἄκυρον μὲν τῶν ἔνδον καταστήσας, εἰς γῆν δὲ
βλέπειν ἀπειλαῖς ἀναγκάσας οὐκ ἐῶν ἀναπνεῦσαι κα- θαρῶς οὐδὲ τοῦ πάντως τι λήψεσθαι κακὸν ἔξω γενέσθαι φόβου.
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.