εἷλκέ τε λαβόμενος καὶ ἐπάταξε. τῶν δὴ τῷ νέῳ συγγενῶν πυθομένων τὴν τόλμαν καὶ ὄντων ἰσχυρῶν τε καὶ οὐκ ὀλίγων περιστάντων τε καὶ ταῖς χερσὶν | ἐπ’ αὐτὸν χρησαμένων μαθὼν ὁ χρηστὸς πατὴρ 1 οὔτε τούτων κατεβόησεν ὡς ἀδικούντων οὔτε ἐκεῖνον
ἐκόλασεν ὡς ἐπὶ πονηροῖς ἔργοις. καίτοι χρῆν ἢ των κατηγορεῖν ὡς ἐπὶ πληγαῖς οὐ δικαίαις ἢ προστι- θέναι τῇ παρὰ τούτων δίκῃ τὴν παρὰ τοῦ πατρός.
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.