καὶ οὔτε ἔλεγον οὔτε ἀντέλεγον οὔτε προεπήδων. καὶ τάχα εὑρήσετε πάντα ταῦτα πεποιηκότας καὶ τούτοις βλαβέντας μὲν οὐδέν, κερδάναντας δὲ τὰ μέγιστα, ὃ καὶ τοὺς εἰωθότας κρατεῖν τεθορύβηκεν. οἶδα δὲ οὐδὲ τοῖς τρισὶ τούτοις οἳ τὰ τῶν πάλαι νεωτέρων
τᾶι νῦν πρὸς αὐτοὺς γεγηρακότας, αἰσχύνην τοῦτ ἐνεγκὸν καὶ ψόγον, ἀλλὰ δόξαν τε καὶ ἐπαίνους καὶ τὸ τῆς ἐκείνων δυνάμεως εἶναι μὴ πόρρω.
πολλάκις γε ἀνδρός τινος ἀπόντος ἀνάγκης ὑμᾶς κατα- λαβούσης λέγειν ἠξιώσατε καλεῖν ἐκεῖνον ὡς οὐκ ἔχοντες ὅ τι ἂν καὶ λέγοιτε. τί οὖν; ἂν ἐκεῖνος τε- λευτήσῃ τὸν βίον, τί δράσετε; πρεσβείας ὡς τὸν τωνα δεήσεσθε πέμψαι δεῦρο τὸν ἄνδρα δεησομένης,
ὅπως γένοιντο περὶ τῶν πραγμάτων λόγοι. οὐ γὰρ δὴ τῷ ’κείνου γε θανάτῳ γενήσεσθε ῥήτορες. οὐκοῦν ζῶντος ἄμεινον ἅψασθαι τοῦ λέγειν κτησομένους δύ- ναμιν ἢ τεθνεῶτος ἐπιχειρεῖν, εἶτ’ ἀποροῦντας ἀσχη- μονεῖν. εἰ δὴ τὸ μὲν δύνασθαι λέγειν ἀναγκαῖον,
τοῦτο δὲ δεῖται βιβλίων, βιβλίοις ὁμιλητέον ὑμῖν.
πεινῆν. διὰ τοῦτο ἀροῦσι καὶ | σπείρουσι πο- 3 νοῦντες, ὅπως μὴ τοῦτο πάθοιεν. ἔνι πόνος ἐν τῷ πλεῖν καί, νὴ Δία γε, καὶ κίνδυνοι. ἀλλὰ τὸ προσ- θεῖναι τοῖς οὖσιν ἥδιον ἢ τὸ μηδὲ ἐπιβῆναι τοῦ σκάφους. εἰ ταῦτα πύκτης ἐλογίζετο, πότ᾿ ἂν ἠνέγκατο
στέφανον; ἡδὺ ζῆν ἔξω λόγων. ἡ δ’ ἐν δικαστηρίοις σιωπὴ λύπην οὐκ ἔχει; ἀηδὲς συγγράμμασι δοῦναι τὰ ὄμματα. ὁ δὲ ἐντεῦθεν τόκος οὐχ ἥδιστον;
Oratio 35. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.