ἀνδρί γε ὡς ἀληθῶς, ἣν ἔξεστι καλὴν προσειπεῖν. τί γὰρ εἴποι τις ἂν κάλλιον ἢ εἰ καθ’ ἅπασαν τὴν πόλιν λόγος εἵη περὶ λόγους ῥηθέντας καλῶς; οὕτω μὲν ἂν καὶ ἀλλήλοις ἐγώ τε καὶ ὑμεῖς ἡδέως συνείημεν, ἐγὼ μὲν εἰληφὼς χάριν, ὑμεῖς δὲ δεδωκότες, ὡς νῦν γε
δυσχεραίνομεν ἀλλήλους, ὑμεῖς μὲν ἐμὲ τὸν ὑφ’ ὑμῶν ἀδικούμενον, ἐγὼ δὲ ὑμᾶς τοὺς ἀδικοῦντας ἐμέ.
καιροῦ πρεσβείας ἥκοντος ἐφ’ ὑμᾶς ἔλθοι τοὺς μὲν πρεσβυτέρους ἀφιεὶς ὡς ἄν τινος δεομένους ἀναπαύ- σεως, ὑμῶν δέ τινας ἰέναι γράφων ὡς ἀπὸ τῆς γνώμης ὁπόσα ἂν ἐκεῖνοι. τοῦτο μᾶλλον ἀγορῶν ἁπασῶν καὶ στοῶν κοσμήσειεν ἂν τὴν πόλιν.
τοῦθ’ ὑμᾶς μᾶλλον ἢ πάντες μὲν ἀθληταὶ τέρψει, οἶμαι, πάντες δὲ κυνηγέται, πάντες δὲ ἡνίοχοι. τοῦτ’ ἐμοὶ τὰς πολλὰς τὰς νῦν ἀθυμίας ἐκβαλεῖ τῆς ψυχῆς. τοῦτο μόνον ἄν μοι γένοιτο πρὸς τὰ παρόντα φάρ- μακον.
Oratio 35. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.