ἀρκεῖ τοίνυν οὔτ’ ἐμοὶ οὔτε τῇ πόλει τὸ τρεῖς λέγειν, ἀλλὰ πάντας ὅσοι μετέσχον τῶν ἱερῶν. αὐτοὺς δὲ 1 τούτους, πρὸς Δῖός, | τοὺς τρεῖς καὶ αὑτοῖς καὶ τῇ πόλει χρησιμωτέρους ὑμῶν ὁμολογεῖτε εἶναι ἢ οὔ; εἰ μὲν γὰρ οὔ φατε, μαίνεσθε, εἰ δὲ συγχωρεῖτε,
τί οὐκ ἐγκαλύπτεσθε; εἰ δ’ οὐ δύνασθε ταὐτὸν ἐκεί- νοις ποιεῖν, ὑμᾶς αὐτοὺς ἀπεστερήκατε. ἢ οὐ τοῖς αὐταῖς ἅπαντες ἐπαιδεύεσθε νόμοις, ἐν ταὐτῷ γυμνα- 2 3 σίῳ, τὴν αὐτὴν ὁδὸν ἰόντες, τῆς αὐτῆς φωνῆς ἀκού- οντες, τῶν αὐτῶν Ἰχνῶν ἐχόμενοι; πόθεν οὖν οὐκ ἰσοι πάντες οὐδὲ παραπλήσιοι, εἶπον καὶ διελέχθην. παρ’ ὑμῶν οὖν ἔχοντες τῶν κατ’ ἐμοῦ λόγων ἀφορμὰς οἱ τοῦ κακῶς με λέγειν ἐπιθυμοῦντες κρύπτουσι τοὺς
τρεῖς ἐκείνους τῷ πλήθει τῶν χειρόνων.
θεῖν ἀνάσχοιτο πρὶν εἰπεῖν τι πρὸς τὸν δικαστὴν ἢ πλέον ἢ ἔλαττον, ὑμεῖς δὲ οἱ τὰς δέλτους ἐν παισὶ πολλάκις ἑκάστου μηνὸς τῶν ῥητορικῇ προσηκόντων γραμμάτων ἐμπεπληκότες ἀπέρχεσθε τοσοῦτον τῶν ἐν ταῖς γραφαῖς διενεγκόντες ὅσον βαδίζετε καὶ βλέπετε
καὶ ἀναπνεῖτε, τὰ δὲ τῆς ἀφωνίας ἴσα.
μὲν τιμώντων ἐκείνους, τοῦτο δὲ αὑτοὺς καταισχυ- νόντων. οἱ δ’ οὐδ’ αὐτοὶ τούτῳ γ’ ἂν ἠξίωσαν τιμᾶ- σθαι. καίτοι καὶ πρὸ ἐκείνων ἔστιν οὗ λέγειν οἰόμενοι δεῖν εἴχετ’ ἂν εἰς παράδειγμα ἱκανὸν καταφεύγειν, τὸν
Δημοσθένην, ὃς αὐτὸς ὁμολογεῖ πρότερος | ἐκεί- 4 5 6 νῶν μεθ’ οὓς εἰώθει λέγειν, ἀνεστηκέναι.
Oratio 35. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.