καὶ γεωργήσεις κάλλιον καὶ πλειόνων ἐπίπλων ἔσῃ δεσπότης καὶ τοὺς ἐμοῦ τε καὶ σοῦ κατηγοροῦντας ἐπιστομιεῖς, ὡς οὐ μεταβάλλων γέ τι τῶν νῦν ἐν ναμίᾳ βιώσῃ.
οὕτω φανεροῖς, ἐκεῖνο δέ, ὅτι ὀλίγοι μὲν οὗτοι, πολλοὶ δὲ ἐκεῖνοι. οἱ μὲν δύο ἢ τρεῖς, οἱ δὲ δεκάκις τοσοῦ- τοι. ἔδει δέ, εἴπερ ἄρα καὶ τοῦτο ἔδει, τρεῖς μὲν εἶναι τοὺς οὐ λέγοντας, πολλάκις δὲ τοσούτους τοὺς λέγοντας. οὐδὲ γὰρ ἀγρὸν ἐπαινέσαιμ᾿ ἄν, οὗ τὸ
ἀργόν, οὐδὲ παιδοτρίβης εὐδόκιμος, ὅτῳ τρεῖς μὲν ἐπίστανται παλαίειν, τὸ δ’ ἄλλ0 πᾶν ἄλλως ἀριθμός. λόχον δὲ καθίσαι τις ἂν ἀνδρῶν εἴκοσιν ἢ καὶ νων, ἐν ᾧ πλὴν τριῶν δειλοὶ πάντες πάσχοντες οἷά φησι τοὺς κακοὺς ἐν ταῖς ἐνέδραις Ὅμηρος;
Oratio 35. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.