συκοφάντην ἡδέως ἰδεῖν, ἀπ’ αἰτίας ἐπὶ τὴν δίκην δραμεῖν, τοῖς διὰ πληγῶν κακοῖς προσθεῖναι δεσμόν. ὁ δεσμὸς οὗτος ἑτέραν, ὦ βασιλεῦ, δίκην ἔχει τὴν ἐν χρήμασι· δεῖ γὰρ ὑπερβαίνοντα τὸν οὐδὸν τὸν κύριον τῆς θύρας θεραπεῦσαι χρυσίῳ, χρυσίου δὲ οὐκ ὄντος
τὸν μὲν δεῖ καθῆσθαι γυμνόν, εἶναι δὲ τὴν ἐσθῆτα τοῦ φύλακος, μητέρα δὲ γραῦν, εἴπερ εἴη τῷ δεδε- μένω, πλανωμένην ἀγείρειν ὅσον ἂν προσαιτοῦσα δύ- νηται.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.