καὶ ἰατρῶν φαρμάκοις, ὁ δὲ πέμπει τοὺς ἀθλίους ἀπο- λουμένους τοῖς ἐν τῷ δεσμωτηρίῳ κακοῖς. καὶ εἰ μὲν 1 2 ἢ αὑτὸν ἀναμιμνήσκων ἔλυεν ἢ τοῖς ὑπηρέταις ἦν ἀναμιμνήσκειν ἐξουσία, μετριώτερον ἂν ἦλθε, νῦν δ’ ἀνάγκη πρὸς πολλῶν γόνατα προσπεσεῖν οὐ πάντων τὰ τοιαῦτα αἰδουμένων, τῶν δ’ αὖ ἐπιεικεστέρων οἱ μὲν ἀσχολίαν, οἱ δ’ ἄλλο τι φήσαντες δώσειν μὲν εἶ-
πον τὴν χάριν, εὐθὺς δὲ οὐ δύνασθαι. τῷ δὲ μακρό- τερον τὸ | κακόν.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.