ἠγάγοντο. ἀλλ’ ὅμως οὐδετέρους οἱ γάμοι τῶν δικῶν ἀπήγαγον, ἀλλὰ τὰ μὲν εἰς τοὺς γάμους φέροντα διὰ τῶν φίλων αὐτοῖς ἐπράττετο, τὸν ἄρχοντα δὲ ἦν ὁρᾶν ἐν τοῖς ἑαυτοῦ. ὁδὶ δὲ παρειστήκει μὲν τοῖς ὃ τὴν νύμφην δέξεται ῥάπτουσιν, ἐν δὲ τοῖς πρὸς τοὺς μα-
γείρους λόγοις διέτριβεν. οἷς δ’ ἦσαν αἰ δίκαι, πολλοὶ δὲ ἐν αὐτοῖς πένητες, ἐχθροί τε ἦσαν τοῖς γάμοις καὶ κατηρῶντο τοῖς ἐστεφανωμένοις.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.