ἀμελοῦντες ὧν ἥκιστα χρῆν, ἀμφοτέρων εὐεργέτης εἰ- κότως ἂν δοκοίην οἶς τε συμβουλεύω καὶ ὑπὲρ ὧν παρελήλυθα. οὕτω δ’ ἂν μάλιστα προσέχοιτε τοῖς λε- γομένοις τὸν νοῦν, εἰ μή, ὥσπερ ταῖς τύχαις, οὕτω καὶ ταῖς γνώμαις ἀξιώσετε διῃρῆσθαι.
μένων αἰτιῶν ἀπολελύσθαι νομιζέτω τῆς περὶ τῶν προκειμένων φροντίδος, ὡς οὐ μετασχήσων τῆς βλάβης, εἰ μὴ νικήσει τὸ βέλτιον. νυνὶ γὰρ ὑπὲρ πόλεως 1 2 ἥκετε βουλευσόμενοι, ἦς ὁμοίως κεκοινωνήκατε πάντες, εἰ καὶ ταῖς κατὰ τοὺς παῖδας διεστήκατε τύχαις.
μεταστῆσαι τὸ πρᾶγμα. πάντων μὲν γὰρ ὑμῖν ἃ ποιε.ῖ πόλιν εὐδαίμονα καὶ λαμπρὰν ἐπιμελητέον, μάλιστα δὲ τοῦ τὴν ἡμετέραν εἰς τὴν παροῦσαν τάξιν προαγα- γόντος. τοῦτο δέ | ἐστιν, εἰ μὴ ληρῶ, ῥητορεία 3 καὶ τὸ τὰς τῶν ἀρχόντων ἀλόγους ὁρμὰς ὑπὸ τῆς τοῦ
λόγου δυνάμεως κρατεῖσθαι. ὥσπερ οὖν οἷς ἐστιν ἀπὸ τῶν ὅπλων καὶ τοῦ νικᾶν ἐν μάχαις ἡ δύναμις, εἰ τὴν τῶν ὅπλων ἐργασίαν καταλυομένην περιορῷεν, ἀδικοῖντ’ ἂν εἰς τὸ κτῆμα καὶ σφᾶς αὐτοὺς ἀπολλύοιεν, οὕτως οἱ τῷ λέγειν εἰδέναι πλεῖστον ἐπιδεδωκότες, ἂν
μὴ τὸ χρῆμα συνέχωσι τῶν λόγων, ἐνέχοιντ᾿ ἂν αἰτίᾳ.
ἀρχαίων, ἤδη τινὰ ζητεῖν ἄξιον ἐπικουρίαν. ὧν ὅτι καὶ λόγον καὶ πρόνοιαν ἑκτέον, ἐν βραχέσι δηλώσω.
ταῦθα ὑπ᾿ ἀνάγκης καὶ φόβου κεκόμισθε; οὐδὲν 7 | τούτων ἂν εἴποιεν. ἀλλὰ τί δὴ τὸ πεῖσαν πρὸ τῶν πατρίδων ἑλέσθαι τὴν ἀλλοτρίαν; ὅτι τὰς ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασι ταραχάς, εἴποιεν ἄν, φυλαττόμενοι καὶ τῆς ἐν τῷ παιδεύειν ἡσυχίας ἐπιθυμοῦντες οἴκοι μὲν ἕκαστος διατρίβοντες
ἐν μικροῖς ἐνομίζομεν βιώσεσθαι πράγμασι καὶ οὐ πολὺ διοίσειν τῶν ἐν ἀργίᾳ καθημένων, εἰς δέ γε ταυτηνὶ λαμπραῖς ἐκαλούμεθα καὶ μεγάλαις ἐλπίσι πολλῶν ἐγγυωμένων δειγμάτων, ὅσους δεξάμενοι πένητας τῶν
ἐπὶ τῆς ψυχῆς οὐδ᾿ ὁτιοῦν ἔχοντας ταχέως ἀπε- φήνατε τοὺς μὲν γῆς πολλῆς τε καὶ ἀγαθῆς δεσπότας, τοὺς δὲ ἀργύρου καὶ χρυσοῦ καὶ 8 9 τῶν ἄλλων ἃ μέρη πλούτου νενόμισται. ταῦτα, φήσουσι, προσδοκῶντες ἠπειγόμεθα δεῦρο, ὡς εἰς καλὸν μὲν χωρίον καταθησόμενοι τοὺς γους, τῆς δὲ τοῖς ἔμπροσθεν ὑπαρξάσης εὐδαι- μονίας μεταληψόμενοι καὶ αὐτοί.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.