καλόν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἐλεγχθῆναι τῇ πείρᾳ τὴν δόξαν καὶ βελτίους ὑμᾶς ὑποληφθῆναι παρὰ τούτοις ἢ φανῆναι καὶ σὺν χαρᾷ μὲν αὐτοὺς τὸ ἐξ ἀρχῆς ἐλ- θεῖν, ἀθυμοῦντας δὲ οὐ διαλιπεῖν καὶ πρὸς μὲν τοὺς οἰκείους οὕς ἀπελίμπανον, τοῦτον σχεῖν εὐπρεπῆ λόγον,
ὡς ἔρχοιντο ζητοῦντες πόρον ἀφ’ οὗ κἀκείνοις ἂν αὐτοῖς ἐπαρκοῖεν, νῦν δὲ τοσοῦτον ἀπέχειν τοῦ πέμπειν ἐκείνοις, ὥσθ’ ἥδιστ’ ἂν ἐκεῖθεν, εἴ τις ἐδίδου, λαβεῖν;
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.