λοιποῦ σχήματος ἐξαπατᾶσθε, ἀλλὰ παρὰ τοῦ πάντα τὰ τούτων ἀκριβῶς εἰδότος ἀκούσατε τὴν ἀλήθειαν. τούτων γὰρ τοῖς μὲν οὐκ ἔστιν οἰκίδιον, ἀλλ’ οἰκοῦσιν ἐν ἀλλοτρίοις, ὥσπερ οἱ νευρορράφοι, ὅστις δὲ ἐπρί- ατο, τὸ δάνεισμα | οὔπω διέλυσεν, ὥστ’ ἐν μεί- 1 ζονι τῶν οὐκ ἐωνημένων ὁ κεκτημένος ἀθυμίᾳ. οἰκέ-
τᾶι δὲ τῷ μὲν τρεῖς, τῷ δὲ δύο, τῷ δὲ οὐδὲ τοσοῦτοι, παροινοῦντες καὶ ὑβρίζοντες εἰς τοὺς δεσπότας διὰ τὸ μὴ μετὰ πολλῶν δουλεύειν, ὡς οἱ μὲν οὐκ ἐδου- λώσαντο πολλάκις, οἱ δὲ ἀναξίως αὑτῶν. εἶθ’ ὁ μέν,
2 3 ὅτι πατὴρ ἑνός ἐστι τέκνου, μακαρίζεται, τῷ δὲ ἡ πολυπαιδία δυστύχημα κέκριται, τὸν δὲ φυλάττεσθαι δεῖ μὴ πρὸς τὸ αὐτὸ πεσεῖν, ὁ δὲ νοῦν ἔχειν δοκεῖ δεδοικὼς γάμον.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.