τούτοις διδάσκοντες πρὸς τὰ ἀργυροκοπεῖα προσῄεσαν ἐκδώσοντες σκεύη καὶ τὰ πολλὰ διελέγοντο τοῖς ἐκεῖνα δημιουργοῦσιν ἢ μεμφόμενοι τὸ ποιηθὲν ἢ παραδει- κνύντες τι κάλλιον ἢ τάχος ἐπαινοῦντες ἢ μέλλοντας ἐπισπέρχοντες, τούτοις δὲ οἱ πολλοὶ τῶν λόγων, καί
μοι μηδεὶς ἀπιστείτω, πρὸς ἀρτοπόπους οὐ σῖτον αὐ- τοῖς ὀφείλοντας οὐδὲ ἀργύριον ἀπαιτουμένους, ἀλλ’ οἷς αὐτοὶ σῖτον ὀφείλοντες ἀεὶ μὲν ἀποδώσειν λέγου- σιν, ἀεὶ δὲ προσλαβεῖν δέονται καὶ δυοῖν τοῖν ἐναν- τίοιν πολιορκοῦνται τοὺς αὐτοὺς ἠναγκασμένοι καὶ
φεύγειν καὶ διώκειν. ὡς μὲν γὰρ ὀφείλοντες φεύ- γουσιν, ὡς δὲ χρῄζοντες διώκουσι καὶ διότι μὲν οὐκ ἀπέδοσαν αἰσχύνονται, τῆς γαστρὸς δὲ ἐπειγούσης ἀν- 1 τιβλέπουσιν. ἔπειθ’ ὅταν τὸ μὲν χρέος ἐπὶ | μέγα προβῇ, τὸ δὲ τὴν ἀπόδοσιν ποιῆσον μηδαμόθεν φαί- 2 3 4 5 νηται, γυναικὸς ἑλικτῆρας ἢ ἀμφιδέας ἐκ τοῦ σώματος περιελόντες καταρώμενοι τῇ τέχνῃ τῶν λόγων θέντες εἰς τὼ χεῖρε τοῖς ἀρτοπόποις ἀπῆλθον σκοποῦντες οὐχ ὅ τι ταῖς γυναιξὶν ἀντικαταστήσουσιν, ἀλλ’ ἐφ’ ὃ δεῖ μετὰ τοῦτο τῶν ἔνδον ἐλθεῖν.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.