τινες ἄρα εἰσί, τὰς ἐπιτιμήσεις ἀνέλοιτε. δι’ ὧν γὰρ βοηθήσετε νῦν, ὅτι καὶ πάλαι τοῦτ’ ἂν ἐποιήσατε μα- θόντες, ἐπιδείξετε, καὶ τάχα ἄν τις ἀπὸ τῶν ἀγνοη- σάντων ἐπὶ τοὺς οὐ διδάξαντας μετενέγκαι τὴν μέμψιν.
ἐσπούδακα, ἀνάγκη γὰρ αὐτούς, ἡνίκα ἂν ἐν οἶς εἰσι 1 λέγω καὶ διεξίω τὰ τῆς ἐνδείας λυπηρά, τῶν ἄλλων εἰς αὐτοὺς ὁρώντων ἀθυμεῖν, ἀλλὰ τούτοις τε ὑπο- μεῖναι βέλτιον τοὺς περὶ τῆς πενίας λόγους, ὅπως 2 τῶν ἐξ αὐτῆς ἀπαλλαγεῖεν κακῶν, ὑμᾶς | τε δεῖ,
κἂν ἀηδὲς ᾖ τι τῶν λεγομένων, φέρειν ἐπὶ τῷ τὸν λοιπὸν χρόνον ἐν εὐφημίᾳ διάγειν.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.