XXXI (XXIX R)
ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΑΣ ΥΠΕΡ ΤΩΝ ΡΗΤΟΡΩΝ.
1τήνδε τὴν ἡμέραν οὔτε μικρὸν οὔτε μεῖζον ἐκ τῶν ἐμῶν λόγων περὶ τοὺς διδασκάλους ἀνάλωμα, πάντες ἂν ὁμολογήσαιτε· τοῦτο δὲ ἠξίουν ποιεῖν οὐχ ὡς οὐ τευξόμενος, εἰ καὶ μεγάλα ἐπήγγελλον, ἀλλ’ ὅσῳ προ- θυμότερον ᾔδειν ψηφιουμένους, τοσούτῳ μᾶλλον ἐμ-
αὐτῷ προσήκειν ἡγούμην εὐλαβεστέρῳ φαίνεσθαι. νῦν δὲ οὐκέτ᾿ ἐνὸν σιωπᾶν οὐδ’ εἰ σφόδρα βουλοίμην, | 2 3 4 5 6 7 8 9 10 ἥκω λέξων ἃ ἐμοὶ μὲν οὐκ ἦν δίκαιον μὴ λέγειν, R II 205 ὑμῖν δὲ πεισθῆναι καλόν. συμβήσεται γὰρ τοῖς διδό- ναι δοκοῦσιν οὐδὲν ζημιουμένοις δόξαν ὡς ἐπὶ με- γίστῃ φιλοτιμίᾳ λαβεῖν.
ὡς αὑτῷ τε ἀρκεῖν καὶ τὰ τούτων διοικεῖν, πρὸς ἐμαυ̣- τὸν ἂν διελέχθην ἃ νῦν εἰς ὑμᾶς κομίζω, καὶ λύσας τοῖς ἑταίροις τὴν ἀπορίαν ἀμφοτέρων ἂν ἕνεκα ἡδό- μην, τοῦ τε κάλλιστον ἔργον εἰργάσθαι καὶ τοῦ μὴ φέρειν εἰς μέσον ἀνθρώπων ἔνδειαν ἦς τὴν αἰτίαν,
κἂν σφόδρα φυλάττωμαι, χαλεπὸν τῇ πόλει διαφυγεῖν.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.