μὲν σῆς ἀρχῆς, ὦ βασιλεῦ, καὶ οὗτοι, τοσούτῳ δὲ χρη- σιμώτεροι τῶν ἀδικούντων αὐτούς, ὅσῳ τῶν ἀργούν- των οἱ ἐργαζόμενοι. οἱ μὲν γὰρ ταῖς μελίτταις, οἱ δὲ 1 2 3 τοῖς κηφῆσιν ἐοίκασι. κἂν | ἀκούσωσιν ἀγρὸν ἔχειν τι τῶν ἁρπασθῆναι δυναμένων, εὐθὺς οὗτος ἐν θυσίαις τέ ἐστι καὶ δεινὰ ποιεῖ καὶ δεῖ στρατείας ἐπ’ αὐτὸν καὶ πάρεισιν οἱ σωφρονισταί, τοῦτο γὰρ ὄνομα
τίθενται ταῖς λῃστείαις, εἰ μὴ καὶ μικρὸν εἶπον. οἱ μέν γε πειρῶνται λανθάνειν καὶ ἃ τολμῶσιν ἀρνοῦνται, 4 | κἂν καλέσῃς λῃστήν, ὕβρισας, οἱ δὲ μοῦνται καὶ σεμνύνονται καὶ τοὺς ἀγνοοῦντας διδά- σκουσι καὶ γερῶν ἀξίους εἶναί φασιν αὑτούς.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.