τοι τοῦτο τί ἕτερόν ἐστιν ἢ ἐν εἰρήνῃ πολεμεῖσθαι τοὺς γεωργούς; οὐδὲν γὰρ αὐτοῖς ἐλάττους ποιεῖ τὰς συμφορὰς τὸ παρὰ τῶν οἰκείων πάσχειν κακῶς, εἰ μὴ καὶ δεινότερον τὸ οὓς εἰκότως ἂν ἐν ταραχαῖς εἶχον συμμάχους, ὑπὸ τούτων ἐν ἡσυχίας καιρῷ πάσχειν οἷα
διῆλθον.
λεις ὑπὲρ ὧν ἐρωτῶσι; τὰ δὲ τείχη ταῦτα τὰ καινὰ 1 καὶ οἱ θερινοὶ πόνοι τί βούλεται ταυτὶ | πάντα καὶ ποῖ βλέπει; καὶ τί προξενεῖ ταῖς τε πόλεσι καὶ τοῖς ἀγροῖς τὸ ζῆν τε ἐν ἀδείᾳ καὶ καθεύδειν ἀκρι- 2 βῶς καὶ μὴ θορυβεῖσθαι ταῖς ἀπὸ τῶν πολέμων ἐλπί- σιν, ἀλλ’ εὖ εἰδέναι πάντας, ὅτι κἂν ἐπίῃ τις, λαβών τι κακὸν μᾶλλον ἢ λυπήσας ἄπεισιν; ὅταν οὖν σοῦ τοὺς ἔξωθεν πολεμίους ἀνείργοντος τῶν ὑπό σοι τινες ἐπί τινας τῶν ὑπό σοι φέρωνται τῶν κοινῶν ἀγαθῶν
οὐκ ἐῶντες μετέχειν, πῶς οὐ τὴν σὴν πρόνοιαν καὶ φροντίδας καὶ πόνους ἀδικοῦσιν, ὦ βασιλεῦ; πῶς δὲ οὐκ ἐν οἷς πράττουσι καὶ τῇ σῇ γνώμῃ πολεμοῦσι;
δονται, ταῦτα ὅταν λέγωσιν, ὦ βασιλεῦ. οὐδεὶς γὰρ οὕτω θρασὺς τούτων δὴ τῶν τῆς ἀγορᾶς ἀπείρων, ὡς ἀξιοῦν εἷναι κυριώτερος νόμου, νόμον δὲ ὅταν εἴπω, τὸν τεθεικότα λέγω. πιστεύεις οὖν, ὡς οἱ μηδὲ τὴν
τοῦ πράκτορος | χλαμύδα φέροντες οὗτοι βασι- 3 λείας ἂν κατεφρόνουν; ταυτὶ δὲ τὰ παρὰ τούτων ἐλέ- γετο μὲν καὶ παρὰ Φλαβιανῷ πολλάκις, ἠλέγχθη δὲ οὐδεπώποτε. οὐδὲ | γὰρ νῦν.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.