λεκε καὶ τῶν γεωργῶν μετὰ τῶν ἐλπίδων τὸ πρόθυ- μον· μάτην γὰρ ἡγοῦνται πονήσειν τῶν εἰς δέον τοὺς πόνους ἀγόντων ἐστερημένοι θεῶν. τῆς γῆς δὲ οὐκέθ᾿ 1 ὁμοίων | πόνων ἀπολαυούσης οὐδ’ ἂν ἴσος ὁ τόκος 2 τῷ πρὶν ἀπαντῴη. τούτου δὲ ὄντος τοιούτου πενέστε- ρος μὲν ὁ γεωργός, ἐν βλάβῃ δὲ ὁ φόρος. καὶ γὰρ ἄν σφόδρα ἐθέλῃ τις, τό γε μὴ δύνασθαι κωλύει.
μωμένα, οἱ φασὶ μὲν τοῖς ἱεροῖς πολεμεῖν, ἔστι δὲ οὗτος ὁ πόλεμος πόρος τῶν μὲν τοῖς ναοῖς ἐγκειμένων, τῶν δὲ τὰ ὄντα τοῖς ταλαιπώροις ἁρπαζόντων τά τε κείμενα αὐτοῖς ἀπὸ τῆς γῆς καὶ ἃ τρέφουσιν. ὥστ ἀπέρχονται φέροντες οἱ ἐπελθόντες τὰ τῶν ἐκπεπο-
λιορκημένων. τοῖς δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ γῆν σφετερίζονται τὴν τοῦ δεῖνος ἱερὰν εἶναι λέγοντες, | καὶ πολλοὶ τῶν πατρῴων ἐστέρηνται δι’ ὀνόματος 3 οὐκ ἀληθοῦς. οἱ δ’ ἐκ τῶν ἑτέρων τρυφῶσι κακῶν οἱ τῷ πεινῆν, ὥς φασι, τὸν αὑτῶν θεραπεύοντες θεόν.
ἢν δ’ οἱ πεπορθημένοι παρὰ τὸν ἐν ἄστει ποιμένα, καλοῦσι γὰρ οὕτως ἄνδρα οὐ πάνυ χρηστόν, ἢν οὖν ἐλθόντες ὀδύρωνται λέγοντες ἃ ἠδίκηνται, ὁ ποιμὴν οὗτος τοὺς μὲν ἐπῄνεσε, τοὺς δὲ ἀπήλασεν ὡς ἐν τῷ μὴ μείζω πεπονθέναι κεκερδακότας.
Oratio 30. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.