ἐζήτει περιερχόμενος φάρμακον· οὐ μὴν εὗρεν. ἡ γὰρ δὴ βαρβαλισσὸς καὶ ὁ σῖτος καὶ πάντα τὰ τοιαῦτα 1 2 τὸν ἀποδέκτην εἰς τιμωρίαν ἦγε, καίτοι κἀκείνῳ τις λόγος ἦν, ἀλλ’ οὐ τὸν Λάμαχον, ᾦ τὸ ἔργον ἦν ναι χρυσίον καὶ ἐδεδώκει.
τελευτῆς ἐπιθυμεῖν ; λέγεται μὲν καὶ τὸ τῆς Ἀντι- πάτρας, ὑπῆρξε δέ μοί τι καὶ ἄλλο μαθεῖν, ὅ μοι πιστότερον εἶναι <τοῦ> τῆς Ἀντιπάτρας δοκεῖ. τί 3 τοῦτο ἔστιν; εἱλκύσθη τοῖς | σκεύεσι τοῖς ἀργυ- ροῖς τοῖς πολλοῖς τοῖς κατὰ τῶν πόλεων. ὧν αὐτὸν
ἔγωγε ἠξίουν εἶναι κρείττονα βουλόμενόν γε εἶναι δο- κεῖν τῶν ἄλλων βελτίονα, ὁ δ’ ὑπηνέχθη τε καὶ διέ- δειξεν, ὡς ταὐτὰ τοῖς πολλοῖς νοσοῖ.
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.