τούτων δημιουργὸν καὶ μετὰ τούτου τὸν ζωγράφον τὸν μὲν ἐκέλευεν ἃ αὐτὸς ὑφηγοῖτο γράφειν, τὸν δὲ ἕπεσθαι τῷ ζωγράφῳ. ὡς δ’ οὗτος μὲν ἀπῆρεν ἐπί τι τῆς ἀρχῆς μέρος, τῷ δ’ ἐξείργαστό τε τὸ προστεταγ- μένον καὶ ἐξέκειτο, θαυμάζει τε Λάμαχος αὐτὸ καὶ
προσελθὼν ἐβούλετο κτᾶσθαι. τοῦ δὲ ὅτου τε εἴη λέγοντος καὶ δεομένου πεπαῦσθαι φιλονεικότερος γίγνε- 1 2 3 τᾶι τοῦ συμφέροντος αὐτῷ καὶ νικᾷ μισθῷ μείζονι καὶ εἶχε λαβὼν κακῶς μὲν καὶ πείσας καὶ λαβών, τὴν Καδμείαν νίκην νενικηκώς. εἶχε δ’ οὖν καὶ ἔχαιρε πλημμελῶν.
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.