ἐπεισαγαγὼν ἑτέραν τινὰ αἰτίαν ὑστέραν τῆς τιμωρίας οὐκ ἔχοντα ἑστάναι τὸν δυστυχῆ προσαποστερῶν τῆς θεραπείας τά τ’ ἄλλα αὐτῷ καὶ τὸν ἀπειρηκότα αὐχένα μείζονι κακῷ τούτῳ προσκατέλυε. καὶ ὁ μὲν ἅπαντα ἔπραττεν ἐπὶ θανάτῳ καὶ τοῦτ’ ἦν ἡ σπουδὴ τὸν νέον
ἀποθανεῖν, τῇ δὲ τῶν ἐπὶ τοῦ παίειν φιλανθρωπίᾳ σέσωσται βελτιόνων τε τούτου φανέντων καὶ τοὺς αὑ- τῶν προεμένων δακτύλους ἐπὶ τῇ ’κείνου σωτηρίᾳ.
Oratio 28. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.