ἀριθμὸν ἐζημίωνται τῶν σωμάτων διὰ τὸν λιμόν τε καὶ λοιμόν, παντί που δῆλον, εἰ δ’ ἀπόλλυνται μίσει θεῶν, ἐπιχαίροις ἂν αὐτοῖς εἰκότως. χαίρειν οὖν λογεῖς ἐν τῇ ζημίᾳ τῶν πόλεων;
παρὰ σοὶ νομισθείη, εἰ τὰς μὲν διαβολὰς ἡγήσῃ πι- στάς, τοὺς δὲ ἐπαίνους ὑποπτεύσεις. πρὸς τί δὴ βλέ- πων τοῦτο λέγω; παῖδα τοῦτον Εὐπλόϊος καλεῖ καὶ πατέρα οὗτος ἐκεῖνον. ἧκεν Εὐπλοΐου ποτὲ βουλόμενα τιμῶν Χαρίδημον πάνυ τυγχάνειν καὶ ἐν
οἷς ἔξεστιν, εἶναί τι πλέον αὐτῷ. ταῦτα οὗτος λαβὼν τὰ γράμματα καὶ τῶν πρότερον γενομένων ἀφεῖλεν, ὥστε μᾶλλον ἢ πρόσθεν αὐτὸν ἠγνόει νομίζων ἠδικῆ- σθαι τοῖς γράμμασιν. ᾤετο γὰρ παρὰ τοῦδε ἥκειν ἐκεῖνα καὶ οὐ τοῦ πέμψαντος εἶναι μᾶλλον ἢ | τοῦ 1 πέμψαι πείσαντος.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.