σομεν εὐπορωτέρους. οὐδὲν οὖν ἕτερον λέγεις ἢ ὅτι 1 φιλοῦσι τοὺς πονηροτέρους | οἱ θεοὶ καὶ πένης ἅπας ἢ καὶ κατ’ ἄλλο τι δυστυχῶν ἐχθρὸς ἐκείνοις. 2 3 σκόπει τοίνυν, ποῦ τὸν πατέρα τίθης, ὅταν τοιαῦτα φιλοσοφῇς, καὶ πρὸ τοῦ πατρὸς πολλοὺς ὀνομαστοὺς ἀπ’ ἄλλων τε ἀρετῶν καὶ φιλοσοφίας, εἰ μὴ καὶ κράτη τὸν ἀποθανόντα κωνείῳ μεμισῆσθαι παρὰ τῶν θεῶν λέγοις.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.