ψυχρῶν ἤκουον ῥημάτων, ὅτι ἀλλ’ αἰσχρὸν κλέ- πτας ποιεῖν. ὁ δὲ τὸ μὲν ῥῆμα ἐφοβεῖτο, τὸ δος δὲ οὐκ ἐλογίζετο, ἀλλ’ ἐτήρησε | βλάβην 1 τοσαύτην δεδιὼς συλλαβάς. καὶ πόσῳ βέλτιον ἦν ἀλ- γῆσαι μᾶλλον τοῖς θανάτοις τοῖς διὰ τὰς κλοπὰς ἢ
δεῖσαι τὰς ἐγγὺς παιδιᾶς κλοπὰς ἐφ’ αἷς τις ἤδη καὶ ἐγέλασεν; εἴ σοι θεῶν τις ἔλεγε πιεζομένῳ χαλεπω- τάτῃ νόσῳ, ὅτι ταύτην ἑτέρᾳ αὐτὸς ἐκβαλεῖ κουφοτάτῃ 2 τε καὶ δεινὸν οὐδὲν ἐχούσῃ, τῶν ἀτοπωτάτων καὶ τότ ἂν ἡγοῦ δέξασθαι τὴν ἐλάττω; οὕτως ἐστὶν Ἰκάριος φρόνιμος καὶ δύναται τὰ μὲν νοῶν αὐτός, τὰ δὲ ἑτέρῳ πειθόμενος εὐδαίμονα ποιεῖν τὸν ἀρχόμενον.
φιλανθρωπίας εὑρημένης παρακαλούμενος ὑπ’ ἐμοῦ πρὸς τὰ αὐτὰ δεινὸν εἶναι λέγοντος, εἰ τῆς ἐλάττονος ἀρχῆς ἡ μείζων ἐν τοιούτῳ καιρῷ φανεῖται χείρων, τοιαῦτα ἀκούων τὴν θαυμαστὴν ἐκείνην ἀπόκρισιν ἐποιήσατο ὁ γενναῖος ποιητής· μισεῖσθαι γὰρ ὑπὸ τῶν
θεῶν ἅπαντας ἔφη τοὺς τοιούτους.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.