1 2 3 μέν, παρὼν δὲ ἔλεγον εἰσκαλεῖν Ἀντίοχον εἰς τὴν αὐ- λήν, ἄνδρα ἃ φρονοίη λέγοντα κολακεύσαντα οὐδένα, λέγειν ἐπιστάμενον, ὁ δὲ ἐμοῦ καὶ ταῦτα καὶ πολλὰ ἕτερα λέγοντος καὶ οὐδὲν ψευδομένου καθάπερ εὐθὺς
ἀποθανούμενος, εἰ παρακύψειε μόνον, πᾶν ἔφη πρό- τερον ὑπομενεῖν ἢ τοῦτο. καίτοι εἰ μὲν ὃ πεποίηκας ἐπ’ Ἀντιόχου, καλόν, κοινὸν ἔδει τοῦτ’ εἶναι· εἰ δὲ τοὐναντίον, πῶς οὐκ εἰσελθὼν ἐκάθητο πολὺ βελτίων ὢν τὸν τρόπον τῶν ἐν στρατηγίαις γεγενημένων καὶ
χείρων ἡμῶν οὐδὲν τῶν ἐν τῷ διδάσκειν τοὺς νέους;
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.