θεραπεύσας πολλοῖς χρήμασι Φερένικον περὶ τὸν σταθ- μὸν ἀδικεῖ, καὶ τὸ συμβὰν ἐφ’ ἑνὸς ἄρτου, πολλὰ δ’ ἂν τοῦτο ποιήσειεν, ἐφ’ ἅπαντας τέταται, καὶ νικᾶν δεῖ τοῦ Φερενέκου τὸ ῥῆμα. οἱ δὲ ἐμὲ τὸν πεπεικότα αὐτοὺς κατελθεῖν ἀπὸ τῶν ὀρῶν ἐν αἰτίαις ἔχουσιν.
μέμψεσιν ἑνὸς ἐπὶ τῆς λαμπροτάτης νουμηνίας φιλη- 2 3 θέντος τοῦ νόμου πᾶσι τοῦτο διδόντος. σὺ δὲ κτεῖς μὲν ὡς μισούμενος, ἐξ ὧν δ’ ἂν τοῦτο γίγνοιτο, ποιεῖς. τὸ γὰρ ἕνα ἀνθ’ ἁπάντων τοῦτ’ ἐδύνατο. ὁ μὲν γὰρ οὐκ εἶχε χάριν τοῦ εἰωθότος τυχών, οἱ ἠγανάκτουν <τῶν> ὀφειλομένων στερόμενοι.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.