τί δεῖ περὶ τὰ ἐλάττω διατρίβειν ἔχοντα πληγὰς πολιτευομένου πόνον ἰατροῖς παρασχούσας, ὥστ’ αὐτοὺς· μηδ’ ὅτι βιώσοιτο τὰ πρῶτα δύνασθαι λέγειν; ἀνὴρ γάρ τις διὰ τὰ τῶν ἁρμάτων <ὢν> ἐν πενίᾳ καὶ τουργηκὼς πρότερον καὶ λειτουργῶν ἐπαίετο | τὸ 1 μετάφρενον κωλυόντων μὲν παλαιῶν νόμων, κωλύοντος
δὲ τοῦ νῦν τεθέντος, δίκην οὐχ ὧν αὐτὸς ἠδίκει δι- δούς, ἀλλ’ ὧν τινες λούμενοι Κόκκου τοὔνομα ἐν εὐ- φημίαις εἶχον. πῶς οὖν οὐκ ἄδικον τῆς μὲν ὀργῆς ἐκείνους αἰτίους εἶναι, τῶν δ’ ἀπὸ ταύτης Ἑρμείαν
ἀπολαῦσαι; καίτοι τοῦτό γε οὐδὲ Κόκκῳ τῷ πλεῖστα τετολμηκότι τετολμημένον ἴσμεν, ἀλλ’ εἰ καὶ τὰ ἄλλα ἐμαίνετο, τοῦτό γε ἐσωφρόνει καὶ πληγαῖς τὴν βουλὴν οὐχ ὕβριζε.
ἐν ταῖς πύλαις στρατιώτας, οἷς τὸ μὲν πρόσχημα κω- 2 3 4 λύειν πλὴν δυοῖν ἄρτοιν ἐξαγαγεῖν τὸν γεωργόν, τὸ δ’ ἔργον πωλεῖν τὴν ἐξαγωγὴν τοῖς γεωργοῖς; παρ’ ὧν μὲν γὰρ οὐκ ἐλάμβανον, οὐδ’ ὅσον ἐξῆν ἐξαγαγεῖν ἐπέτρεπον, τοῖς δὲ διδοῦσιν ἐξῆν ὁπόσον ἐθέλοιεν.
ἀμελήσαντες γὰρ ὧν ἔδει πράττειν, ᾧ τὰ αὑτῶν αὐξή- σουσιν ἐποίουν. σὺ δ’ εἴτ’ εἰδὼς ταῦτα οὐκ ἠγανά- κτεις εἴτ’ ἠγνόεις, ἠδίκεις· τὸ μὲν γὰρ ἀμελείας, τὸ δὲ προδοσίας.
ἃ κοινὰ τῶν τε ἐν τῇ πόλει τῶν τε ἐν τοῖς ἀγροῖς ἐστι; λέγω τὰ περὶ τὸν χοῦν ὃν ἐκφέρειν ἀλλοτρίοις ἔδωκεν ὄνοις δέον οἰκείοις ἀναγκάζειν. ὡς μὲν οὖν βαρὺ τὸ πρᾶγμα, δηλοῖ τὰ δάκρυα τῶν ἐπὶ τοῦτο ἑλ- 5 κομένων, | ὡς δ’ οὐ δίκαιον, αὐτὸς τῷ κωλύσαι
μαρτυρεῖ. ἄρτι γὰρ ἥκων ἡμῖν καὶ πολὺ τοῦτο εὑρὼν ἔπαυσεν εὐθὺς τὰ τοιαῦτα φορτία τὰ μέγιστα τούτῳ τὴν ἀγορὰν ὠφελῶν.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.