τοίνυν ἡδονὴ τοῖς εἰκότως τὰς ἀμοιβὰς λαβοῦσι μετὰ τῶν οὐκ εἰκότως τοῖς αὐτοῖς κεκοσμημένων; πάνυ γε οὗτοι τοῦ ταλαιπωρεῖν ἐπιθυμήσουσιν ἐπὶ τοιούτῳ καρπῷ. οὐκοῦν χείρων μὲν ἐντεῦθεν ὁ ἀθλητής, χεί- 2 3 ρων δὲ ὁ στρατιώτης φεύγοντες τὴν οὐδὲν πλέον αὐ- τοῖς φέρουσαν ταλαιπωρίαν.
παντὸς τοῦ βουλομένου τοῖς αὑτοῦ λήροις ἡμέραν εὑρισκομένου, σὺ δὲ φιληκοίαν τοῦτο καλεῖς καὶ σπου- δὴν περὶ λόγους καί μοι φαίνῃ μετὰ τὴν τοῦ Ἀπόλ- λωνος κιθάραν ἐλθὼν ἐπὶ τὰς τουτωνὶ τῶν ἐν τοῖς καπηλείοις προσαιτούντων ἀξιῶσαι ἂν καλεῖσθαι φιλό-
μουσος.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.