ἐφ’ ἑκάστῳ τῶν εἰρηκότων γενόμενον γέλωτα, εἰ οἱ μὲν ὄντες τοιοῦτοι πρὸς ἐπιδείξεις ἧκον, σὺ δ’ ὑπε- τίθεις σαυτὸν τοῖς τοιαῦτα φέρουσιν, ὧν ἀπελθών, ὡς ἀκούω, καὶ αὐτὸς κατεγέλας; καίτοι πολλῷ βέλτιον
ἀπωθεῖν ἐνοχλοῦντας ἢ τοῖς εἰρημένοις ὑβρισμένον εἶτα τῶν λόγων κατηγορεῖν.
ἐν αἰτήσει, καὶ ὅσον ἐγελάσθη, καὶ πολλοὶ πόδες ἐπὶ τὸν ἄρτι πεπαυμένον οὐκ ἐῶντες ἀναπνεῖν, εἰσπράτ- 4 τοντες, | ἄγχοντες, ὡς οὐδ’ ἀριστᾶν ἀνεξομένου σου πρὶν λαβεῖν. οὕτως οὓς εὗρες ἐν δόξῃ τῆς οὔσης αὐτοῖς ἐν οἷς ἐποίεις ἀπεστέρεις. θαυμαστός γε ἡμῖν
ἥκεις τοῖς λόγοις ἐπίκουρος, ὃς καὶ τοὺς σιγᾶν τὸν ἄλλον εἰδότας χρόνον ἐξέμηνας καὶ ζητεῖν ἔχειν ἃ τέως οὐκ ἠξίουν, ἐποίησας.
τὸν δὲ οὗτος τὸν πατέρα διὰ νόσου μέγεθος τμηθέντα φλέβα καὶ τυχεῖν οὐ δυνάμενον ὕπνου πολλῆς χρῄ- ζοντα παραμυθίας δι’ οὐδενὸς ἐπεσκέψατο τῶν φίλων, ἀλλ’ οὐδὲ τῶν διακόνων. οὐδ’ αὖ προπεμπόμενος εἶπέ 5 τι τοιοῦτον πρός τινα τῶν ἐμῶν ἐπιτηδείων, | ὃ
τοῦ πολλάκις ἐκεῖνα εἰπόντος ἦν. ἀλλ’ ἀπελθὼν εἰς Φοινίκην ἔπεμψας ἐπιστολὴν ψόγον τῆς ἡμετέρας, ἣ τὰ μὲν τῶν τοὺς ἁμαρτάνοντας πειρωμένων κατέχειν ἐποίησε, δῆσαι δὲ οὐκ ἐδυνήθη.
μὲν γὰρ τὴν ἡμετέραν ὡς οὐ μισοῦσαν Κόκκον, αὐτὸς 6 7 δὲ ἐκεῖνον μόνον οὐ προσεκύνησας. οὕτως ἐν τῇ θε- ραπείᾳ παρῆλθες τὰ νενομισμένα διδάσκων Βηρυτὸν μηδενὸς ὧν ἔπαθε μεμνῆσθαι. καὶ τοῖς μὲν ἄλλοις θαυμαστόν τι τοῦτ’ ἐφάνη, ἐμοὶ δὲ ἐλπὶς ἐβεβαιοῦτο πάλαι σου τὰ ’κείνου καὶ τιμῶντος καὶ φυλάττοντος
καὶ πεπηγέναι βουλομένου, ὥστ’ οὐκ οἶδ’ ὅ τι ἂν αὐτῷ πλέον παρὰ τοῦ γεγεννηκότος ὑπῆρχεν, εἰ ὁ τὴν ἀρ- ’ χὴν ἐκδεξάμενος ἐκεῖνος ἦν.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.