νῆν ἀπαιτῇ τὰ πράγματα; ἐγὼ μὲν γὰρ τὸ πέρα τοῦ | 5 μετρίου φεύγειν οἶμαι δεῖν ἐφ’ ἑκατέρου. σὺ δὲ στήσας τοὺς ὀφθαλμοὺς δόξαν μὲν παρίστης λόγου, λέγεις δὲ οὐδ’ ὁτιοῦν. ὁ δ’ εἰρηκώς τι πρὸς σὲ μάτην εἰπὼν ὅπερ εἶπεν, ἀπῆλθεν.
αἱ τιμαὶ δὲ τὸ πᾶσι τὰ ὦτα τοῖς βουλομένοις παρα- σχεῖν. καὶ τίς αὕτη τιμὴ τὸ τῶν ἴσων τοὺς οὐκ ἴσους τυγχάνειν; ὁ γὰρ τῶν αὐτῶν τούς τε χείρους τούς τε βελτίους ἠξιωκὼς ταῖς οὐ δικαίαις τιμαῖς τὰς δικαίας ἔβλαψεν. οὐ γὰρ ἔτ’ ἐστὶ τηλικοῦτον τὸ προσηκόντως
δοθέν, ἡλίκον ἂν ἦν, εἰ ἐν τοῖς ἀξίοις ἵστατο.
Oratio 27. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.