τῶν μισθωτῶν καὶ τήν γε τῶν τούτους μισθωσαμένων, οὐ γὰρ ἠγνοεῖτό γε ταῦτα, ἅπαντες μὲν ἐμίσουν οἱ λούμενοι, δίκην δὲ παρ’ ὧν ἐξῆν ἐλάμβανον ἕλκοντες, ὠθοῦντες, πλήττοντες, καὶ τοῦτο ἐποίει τῶν τὰ αὐτὰ φρονούντων φυγήν. πῶς οὖν εἰκότως ἂν ἄχθοιο πρὸς
πόλιν ἦς τὸ μὲν κακῶς φρονοῦν ὀλίγον, τὸ δὲ εὖ πολύ;
Oratio 26. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.