λειτουργεῖν αὐτοῦ τὸ τοιοῦτο ποιοῦντος καὶ ἦν ἐν ἔθει καὶ οὐδεὶς ἠγανάκτει καὶ ταῦτα πολλάκις χεῖρον ἢ νῦν τοῦ πράγματος ἔχοντος, ὥστε χορούς τε ἔνδον ἑστάναι καὶ ἔνια τῶν ἐπὶ τῆς σκηνῆς ᾄδεσθαι. ἀλλ’ ὅμως ἐν τούτῳ τῶν βαλανείων καθεστηκότων οὐδεὶς
ἄρχων ἤκουε κακῶς, ἀλλ’ ἔφερον τά κεκρατηκότα. | 1 οὐ γὰρ ἦν ὁ τὰ στόματα αὐτῶν ἐφ’ ὕβρει μισθού- μενος. νῦν δὲ εἰδότες μὲν τὴν τοῦ λειτουργοῦντος 2 3 4 πενίαν, εἰδότες δὲ ὡς οὐ καινὸν τὸ πεπραγμένον, ἐχα- ρίζοντο τοῖς αὑτῶν παιδικοῖς τὴν παροινίαν νωθείᾳ σῇ τὰ μὴ σὰ περιάπτοντες, ἀναισχυντότατα ἀνθρώπων συκοφαντοῦντες, καὶ ᾔεσάν τε πρὸς ταῦτα λαβόντες ἀπῄεσάν τε ληψόμενοι.
Oratio 26. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.